Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.399 Joseph. AJ 8.403 (English) >>Joseph. AJ 8.407

8.401

Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην καὶ καθαίρεσιν τῆς πόλεως, διʼ ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον. 8.402τῶν δὲ προφητῶν συμβουλευσάντων ἐκστρατεῦσαι, κρατήσειν γὰρ τοῦ Σύρου καὶ λήψεσθαι ὑποχείριον αὐτὸν ὡς καὶ τὸ πρῶτον, συνεὶς ἐκ τῶν λόγων Ἰωσάφατος, ὅτι ψευδοπροφῆται τυγχάνουσιν, ἐπύθετο τοῦ Ἀχάβου εἰ καὶ ἕτερός τίς ἐστι προφήτης τοῦ θεοῦ, ἵνα ἀκριβέστερον μάθωμεν περὶ τῶν μελλόντων.” δʼ Ἄχαβος εἶναι μὲν ἔφη, 8.403μισεῖν δʼ αὐτὸν κακὰ προφητεύσαντα καὶ προειπόντα ὅτι τεθνήξεται νικηθεὶς ὑπὸ τοῦ Σύρου, ἐν φρουρᾷ δὲ νῦν αὐτὸν ἔχειν· καλεῖσθαι δὲ Μιχαίαν, υἱὸν δʼ εἶναι Ὀμβλαίου· τοῦ δʼ Ἰωσαφάτου κελεύσαντος αὐτὸν προαχθῆναι πέμψας εὐνοῦχον ἄγει τὸν Μιχαίαν. 8.404κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. δὲ οὐκ ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῦ φήσας, ἀλλʼ ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ βασιλέως αὐτὸς εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπʼ αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων ἠρημωμένα ποίμνια.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.399 Joseph. AJ 8.403 (English) >>Joseph. AJ 8.407

Powered by PhiloLogic